Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.383 Joseph. AJ 13.387 (English) >>Joseph. AJ 13.391

13.385ὧν ἀφικομένων μετὰ πολλῆς δυνάμεως καὶ πολιορκούντων Δημήτριον ἐντὸς τοῦ χαρακώματος, εἴσω τοῖς τε τοξεύμασι καὶ τῇ δίψῃ συνέχοντες αὐτὸν ἠνάγκασαν τοὺς σὺν αὐτῷ σφᾶς παραδοῦναι. λαφυραγωγήσαντες δὲ τὰ ἐν τῇ χώρᾳ καὶ τὸν Δημήτριον παραλαβόντες τὸν μὲν τῷ Μιθριδάτῃ τῷ τότε βασιλεύοντι Πάρθων ἔπεμψαν, τῶν δʼ αἰχμαλώτων οὓς Ἀντιοχέων εἶναι πολίτας συνέβαινε τούτους προῖκα τοῖς Ἀντιοχεῦσιν ἀπέδωκαν. 13.386Μιθριδάτης δʼ τῶν Πάρθων βασιλεὺς Δημήτριον εἶχεν ἐν τιμῇ τῇ πάσῃ μέχρι νόσῳ κατέστρεψε Δημήτριος τὸν βίον. Φίλιππος δὲ ἀπὸ τῆς μάχης εὐθὺς εἰς Ἀντιόχειαν ἐλθὼν καὶ κατασχὼν αὐτὴν ἐβασίλευσεν τῆς Συρίας. 13.387

Ἔπειτα Ἀντίοχος κληθεὶς Διόνυσος ἀδελφὸς ὢν Φιλίππου, τῆς ἀρχῆς ἀντιποιούμενος εἰς Δαμασκὸν παραγίνεται, καὶ τῶν ἐκεῖ πραγμάτων ἐγκρατὴς γενόμενος ἐβασίλευσεν. ἐκστρατεύσαντος δὲ ἐπὶ τοὺς Ἄραβας αὐτοῦ Φίλιππος ἀδελφὸς τοῦτʼ ἀκούσας ἐπὶ Δαμασκὸν ἦλθεν. 13.388Μιλησίου δʼ, ὃς καταλέλειπτο τῆς ἄκρας φύλαξ καὶ τῶν Δαμασκηνῶν, παραδόντος αὐτῷ τὴν πόλιν, ἀχάριστος εἰς αὐτὸν γενόμενος καὶ μηδὲν ὧν ἐλπίσας ἐδέξατο αὐτὸν παρασχών, ἀλλὰ τῷ παρʼ αὐτοῦ φόβῳ βουληθεὶς δοκεῖν παραλαβεῖν τὴν πόλιν τῇ χάριτι τῇ Μιλησίου δωρούμενος αὐτὸν οἷς ἐχρῆν, ὑπωπτεύετο καὶ πάλιν ἐκπίπτει τῆς Δαμασκοῦ·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.383 Joseph. AJ 13.387 (English) >>Joseph. AJ 13.391

Powered by PhiloLogic